Διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· Τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. [Ὅτι] ἐν πόλει ἐν ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος. Κάμηλος ἀφοδεύσασα ἐν ποταμῷ
Διέβαινέ ποτε κάμηλος ποταμὸν ὀξὺ διαῤῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταῤῥοῇ· Τί τοῦτο; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι.
Ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου